Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.163.2 Hdt. 4.165.1 (English) >>Hdt. 4.166.2

4.164.3 μαθὼν δὲ ἐπʼ ἐξεργασμένοισι τὸ μαντήιον ἐὸν τοῦτο, ὅτι μιν Πυθίη οὐκ ἔα εὑρόντα ἐν τῇ καμίνῳ τοὺς ἀμφορέας ἐξοπτῆσαι, ἔργετο ἑκὼν τῆς τῶν Κυρηναίων πόλιος, δειμαίνων τε τὸν κεχρησμένον θάνατον καὶ δοκέων ἀμφίρρυτον τὴν Κυρήνην εἶναι. 4.164.4 εἶχε δὲ γυναῖκα συγγενέα ἑωυτοῦ, θυγατέρα δὲ τῶν Βαρκαίων τοῦ βασιλέος, τῷ οὔνομα ἦν Ἀλάζειρ· παρὰ τοῦτον ἀπικνέεται, καί μιν Βαρκαῖοί τε ἄνδρες καὶ τῶν ἐκ Κυρήνης φυγάδων τινὲς καταμαθόντες ἀγοράζοντα κτείνουσι, πρὸς δὲ καὶ τὸν πενθερὸν αὐτοῦ Ἀλάζειρα. Ἀρκεσίλεως μέν νυν εἴτε ἑκὼν εἴτε ἀέκων ἁμαρτὼν τοῦ χρησμοῦ ἐξέπλησε μοῖραν τὴν ἑωυτοῦ.

ch. 165 4.165.1 δὲ μήτηρ Φερετίμη, ἕως μὲν Ἀρκεσίλεως ἐν τῇ Βάρκῃ διαιτᾶτο ἐξεργασμένος ἑωυτῷ κακόν, δὲ εἶχε αὐτὴ τοῦ παιδὸς τὰ γέρεα ἐν Κυρήνῃ καὶ τἆλλα νεμομένη καὶ ἐν βουλῇ παρίζουσα. 4.165.2 ἐπείτε δὲ ἔμαθε ἐν τῇ Βάρκῃ ἀποθανόντα οἱ τὸν παῖδα, φεύγουσα οἰχώκεε ἐς Αἴγυπτον. ἦσαν γάρ οἱ ἐκ τοῦ Ἀρκεσίλεω εὐεργεσίαι ἐς Καμβύσεα τὸν Κύρου πεποιημέναι· οὗτος γὰρ ἦν Ἀρκεσίλεως ὃς Κυρήνην Καμβύσῃ ἔδωκε καὶ φόρον ἐτάξατο. 4.165.3 ἀπικομένη δὲ ἐς τὴν Αἴγυπτον Φερετίμη Ἀρυάνδεω ἱκέτις ἵζετο, τιμωρῆσαι ἑωυτῇ κελεύουσα, προισχομένη πρόφασιν ὡς διὰ τὸν μηδισμὸν παῖς οἱ τέθνηκε.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.163.2 Hdt. 4.165.1 (English) >>Hdt. 4.166.2

Powered by PhiloLogic